Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.476 Joseph. BJ 3.481 (English) >>Joseph. BJ 3.487

3.479Ἰουδαίων μὲν οὖν τόλμα καὶ θράσος ἡγεῖται καὶ ἀπόνοια, πάθη κατὰ μὲν τὰς εὐπραγίας εὔτονα, σβεννύμενα δὲ ἐν ἐλαχίστοις σφάλμασιν· ἡμῶν δʼ ἀρετὴ καὶ εὐπείθεια καὶ τὸ γενναῖον, κἀν τοῖς ἄλλοις εὐτυχήμασιν ἀκμάζει κἀν τοῖς πταίσμασιν οὐ μέχρι τέλους σφάλλεται. 3.480καὶ ὑπὲρ μειζόνων δὲ Ἰουδαῖοι διαγωνιεῖσθε· καὶ γὰρ εἰ περὶ ἐλευθερίας καὶ πατρίδων ἐκείνοις πόλεμος κινδυνεύεται, τί μεῖζον ἡμῖν εὐδοξίας καὶ τοῦ μὴ δοκεῖν μετὰ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἐν ἀντιπάλῳ τὰ Ἰουδαίων τίθεσθαι; 3.481σκεπτέον δʼ ὅτι καὶ παθεῖν μὲν οὐδὲν ἀνήκεστον ἡμῖν φόβος· πολλοὶ γὰρ οἱ βοηθήσοντες καὶ πλησίον· ἁρπάσαι δὲ τὴν νίκην δυνάμεθα, καὶ χρὴ τοὺς ὑπὸ τοῦ πατρὸς πεμπομένους ἡμῖν συμμάχους φθάνειν, ἵνʼ ἀκοινώνητόν τε τὸ κατόρθωμα καὶ μεῖζον. 3.482νομίζω δʼ ἔγωγε ἐπὶ τῆσδε τῆς ὥρας καὶ τὸν πατέρα τὸν ἐμὸν κρίνεσθαι κἀμὲ καὶ ὑμᾶς, εἰ τῶν μὲν προκατωρθωμένων ἄξιος ἐκεῖνος, ἐγὼ δʼ ἐκείνου παῖς, στρατιῶται δʼ ὑμεῖς ἐμοῦ· καὶ γὰρ ἐκείνῳ τὸ νικᾶν ἔθος, κἀγὼ πρὸς αὐτὸν ὑποστρέφειν οὐκ ἂν

-- --

ὑπομείναιμι λειφθείς. 3.483ὑμεῖς δὲ πῶς οὐκ ἂν αἰσχύνοισθε προκινδυνεύοντος ἡγεμόνος ἡττώμενοι; προκινδυνεύσω γάρ, εὖ ἴστε, καὶ πρῶτος εἰς τοὺς πολεμίους ἐμβαλῶ. 3.484μὴ λείπεσθε δʼ ὑμεῖς ἐμοῦ πεπεισμένοι τὴν ἐμὴν ὁρμὴν παρακροτεῖσθαι θεῷ συμμάχῳ, καὶ προγινώσκετε σαφῶς, ὅτι τῆς ἔξω μάχης πλέον τι κατορθώσομεν.”



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.476 Joseph. BJ 3.481 (English) >>Joseph. BJ 3.487

Powered by PhiloLogic